Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.304 Joseph. AJ 5.310 (English) >>Joseph. AJ 5.315

5.307καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν. 5.308 δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο. 5.309 δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτʼ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπʼ αὐτόν. 5.310 δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. 5.311τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν. 5.312ὡς δʼ οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, “ἐμοῦ, φησίν, θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ· τὴν γὰρ ἰσχὺν εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν”.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.304 Joseph. AJ 5.310 (English) >>Joseph. AJ 5.315

Powered by PhiloLogic